«Ὄφρα κέ νωιτέροισιν ἐνὶ μεγάροισι γένοιτο,
δείελον ἦμαρ ἔην, Σαββάτων μία, ἤματι κείνῳ,
κλήισαν δὲ θύρας, ἵνα μὴ Ἰουδαῖοι ἴδοιεν,
ἔνθα δ' ἔσαν μαθηταὶ ἀγηγερμένοι, ἀμφὶ δὲ φόβος.
Ἦλθε δ' ἄρ' ἐγγύθεν αὐτοῖς Ἰησοῦς, στῆ δ' ἐνὶ μέσσῳ,
καί σφισι φωνήσας· Εἰρήνη πᾶσιν, ἔειπεν.
Ὡς εἰπὼν δέ σφιν, χεῖράς τ' ἐπέδειξε καὶ ὦμον...»🙏🤓
Ὁμηρικὴ διάλεκτος
Κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη
(μελοποιημένο σὲ ἡρωϊκὸ ἑξάμετρο)
Ὄφρα κε νωιτέροισιν ἐν οὔασι πάγχυ βάλωμεν,
Θέσφατον, ἱμερόεσσαν, ἁγνήν, Εὐάγγελον ὄππα,
Μειλίξωμεν Ἄνακτα Θεόν, μέγαν, οὐρανίωνα.
Ἰθυγενεῖς· Σοφίη.
Εὐαγγελίοιο κλύωμεν.
Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿ ἀπείρονα δῆμον ἐσεῖται.
Ἐκ δ᾿ ἀρ᾿ Ἰωάννοιο, τόδ᾿ ἔστι βροντογόνοιο.
Ἀλλ᾿ ἄγετ᾿ ἀτρεμέσι χρησμοὺς λεύσωμεν ὀπωπαῖς.
Εὖτε δὴ ἠέλιος φαέθων ἐπὶ ἕσπερον ἦλθε.
Καὶ σκιόωντο ἀγυιαί, ἐπὶ χθονὶ πολυβοτείρη,
Ἤματι ἐν πρώτῳ, ὅτε τύμβου ἆλτο Σαωτήρ,
Κληϊσταὶ δὲ ἔσαν θυρίδες πυκινῶς ἀραρυῖαι,
Βλῆντο δὲ πάντες ὀχῆες ἐϋσταθέος μεγάροιο
Ἔνθα μαθηταί, ὁμοῦ τε ἀολλέες ἠγερέθοντο,
Μυρόμενοι θανάτῳ ἐπ᾿ ἀεικέϊ Χριστοῦ Ἄνακτος,
Καὶ χόλον ἀφραίνοντα Ἰουδαίων τρομέοντες,
Ἤλυθε δὴ τότε Χριστὸς Ἄναξ θεοειδέϊ μορφῇ
Ἔστη δ᾿ ἐν μεσσάτῳ ἀναφανδόν, καὶ φάτο μῦθον.
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή.
Ὡς εἰπών, ἐπέδειξεν ἐὴν πλευρὴν ἠδὲ χεῖρας·
Γήθησαν δὲ μαθηταί, ἐπὶ ἴδον Εὐρυμέδοντα.
Τοὺς δ᾿ αὖτις προσέειπεν Ἰησοῦς οὐρανοφοίτης·
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή·
Ὡς ἐμὲ πέμψε Πατήρ, ὃς ὑπέρτατα δώματα ναίει,
Ὧδ᾿ ἐγὼ ὑμέας εἰς χθόνα πέμπω εὐρυόδειαν.
Ὡς ἄρα φωνήσας, μύσταις ἔμπνευσ᾿ ἀγορεύων·
Πνεῦμα δέχνυσθ᾿ ἅγιον φαεσίμβροτον, ὑψιθόωκον·
Ὧν μὲν ἀτασθαλίας θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν,
Τοῖσιν ἦ που ἀφίενται ἐπ᾿ οὐρανὸν ἀστερόεντα,
Ὧν δ᾿ ἀρ᾿ ἐπεσβολίας ὑπερφιάλων κρατέητε,
Τοῖσιν ἀλυκτοπέδης κεῖναι σθεναρῶς κρατέονται.
Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις ἅπασι Δίδυμος ἀκούειν,
Οὐχ ἅμα τοῖς ἄλλοις μύσταις πρίν ὁμώροφος ἔσκε,
Ἰησοῦς ὅτ᾿ ἔβη εἴσω μελάθροιο ἑταίρων.
Ἴαχον οὖν ἄλλοι τούτῳ ἐρίηρες ἑταῖροι·
Εἴδομεν ὀφθαλμοῖσιν Ἰησοῦν Παγκρατέοντα.
Τούς δ᾿ ἀπαμειβόμενος Θωμᾶς προσέφησεν ἀτειρής·
Ἴχνια ἢν μὴ ἴδω μετὰ χείρεσιν ἡλοτορήτῃς,
Δάκτυλον ἐμβάλω τε ἐκείνου ἔνδοθι χειρός,
Χεῖρά τ᾿ ἐμὴν εἴσω πλευρῆς οἱ ῥεῖα βαλοίμην,
Οὔποτε ὑμετέροισι λόγοις κεφαλῇ κατανεύσω
✨🌙⚓Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ᾿ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.🖼️⚜️🙏🤓
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἐκ γ´) 🙏🤓
ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου